# Περὶ ζῴων ἰδιότητος 7.41

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/7.41

Λακύδῃ τῷ περιπατητικῷ κτῆμα ἦν χηνός τι χρῆμα θαυμάσιον. ἐφίλει γοῦν τὸν τροφέα ἰσχυρῶς, καὶ βαδίζοντι μὲν συνεβάδιζε, καθημένου δὲ ἀνεπαύετο, οὐκ ἀπελείπετο δὲ αὐτοῦ ἔμβραχυ. ὅνπερ καὶ ἀποθανόντα ὁ Λακύδης ἔθαψε καὶ πάνυ φιλοτίμως, ὥσπερ οὖν ἢ νἱὸν ἢ ἀδελφὸν ἐκεῖνος θάπτων. Πύρρῳ δὲ τῷ Ἠπειρώτῃ ἦν ἐλέφας, ὅσπερ οὖν τὸν ἑαυτοῦ πωλευτὴν οὕτως ἠγάπησεν, ὥστε ἀποθανόντος ἐν Ἄργει τοῦ Πύρρου, ἐκπεσόντος δὲ τοῦ ἐλαύνοντος, οὐ πρότερον ὑπέμεινεν ἀτρεμῆσαι καὶ ἡσυχάσαι πρὶν ἢ ἀνασώσασθαι αὐτὸν ἐκ τῶν πολεμίων καὶ ἐς τὸ φίλιον μεταγαγεῖν.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
