Ancient Greek
Book 7
Aelian, Περὶ ζῴων ἰδιότητος 7.43
Not analysed yet
πυνθάνομαι δὲ ἐν τῇ Ἀντιόχου πόλει τῇ Σύρων πρᾶον γενέσθαι ἐλέφαντα, ἰόντα τε αὐτὸν ἐπὶ τὰς νομὰς στεφανόπωλιν γυναῖκα ὁρᾶν ἡδέως, καὶ προσεστάναι αὐτῇ καὶ τῇ προβοσκίδι τὸ πρόσωπον τῆς ἀνθρώπου καθαίρειν. δέλεαρ δὲ ἄρα ἐκείνη καθίει τοῦ φίλτρου αὐτῷ στέφανον ἐκ τῶν καθʼ ὥραν πλεκόμενον, καὶ τῷ μὲν ὁσημέραι λαμβάνειν ἔργον ἦν, τῇ δὲ διδόναι. χρόνῳ δὲ ὕστερον ἡ μὲν ἄνθρωπος τὸν βίον κατέστρεψεν, ὁ δὲ ἐλέφας τῆς συνηθείας διαμαρτάνων καὶ οὐχ ὁρῶν ἣν ἐπόθει γυναῖκα, ὥσπερ οὖν ἐραστὴς ἐρωμένης ἀτυχῶν ἐξηγριώθη· καὶ ὁ τέως πραότατος ὢν ἐς θυμὸν ἐξήφθη ὥσπερ οὖν καὶ τῶν ἀνθρώπων οἱ ἄγαν ὑπὸ τῆς λύπης ἐπικλυσθέντες καὶ ἔκφρονες γεγενημένοι.