Ancient Greek
Book 7
Aelian, Περὶ ζῴων ἰδιότητος 7.45
Not analysed yet
οἱ ἐν τῇ Αἰγύπτῳ ἱερεῖς ἑαυτοὺς περιρραίνουσιν οὐ παντὶ ὔδατι, οὐ μὴν οὐδὲ τῷ παρατυχόντι, ἀλλὰ ἐκείνῳ ἐξ οὗ πεπιστεύκασιν ὅτι ἄρα ἶβις πέπωκεν. ἴσασι γὰρ κάλλιστα ὅτι μήποτʼ ἂν πίοι ὕδατος ἐκείνη ῥυπαροῦ καὶ λελυμασμένου ἔκ τινων φαρμάκων· ἔχειν γάρ τι πιστεύουσιν ἐν ἑαυτῷ τὸ ζῷον καὶ μαντικῆς, ἅτε ἱερόν. ἐλέφαντας δὲ ἀκούω τῶν τετρωμένων τοὺς ἀτρώτους πεφεισμένως ἐξαιρεῖν καὶ ξυστὰ καὶ ἀκόντια, ὥσπερ οὖν χειρουργίας ἐπιστήμονας καὶ μαθόντας τὴν ἐν τοῖσδε σοφίαν. οὕτω δὲ ἄρα ἦν διὰ σπουδῆς τοῖς ἄνω τοῦ χρόνου καὶ τὰ ἄλογα. ἔχαιρε μὲν ἀκούων Λἰετὸς ὁ Ἠπειρώτης Πύρρος, ὃ δὲ τὸ δὴ λεγόμενον Ἱέραξ ὁ Ἀντίοχος. διάφορα μὲν δὴ ταῦτα καὶ ἀθρόα εἴρηται, τῷ συνιέντι μαθεῖν ἄξια.