Ancient Greek
Book 7
Aelian, Περὶ ζῴων ἰδιότητος 7.9
Not analysed yet
ἱεράκων πέρι καὶ ταῦτα προσακήκοα. οἱ τοῦ Ἀπόλλωνος ἐν τῇ Αἰγύπτῳ θεραπευταὶ λέγουσι καλεῖσθαί τινας οὕτως ἱερακοβοσκούς, οἵπερ οὖν εἰσι τῶν τοῦ θεοῦ ἱεράκων τροφεῖς τε καὶ μελεδωνοὶ μέντοι οἱ αὐτοί. πᾶν μὲν οὖν τὸ φῦλον ἀνεῖται τῷ θεῷ τῷδε, ἤδη δέ τινες ἐκεῖθι καὶ ἱεροὶ τρέφονται τροφῇ πεφροντισμένῃ, καὶ δοκοῦσι τῶν ἀναθημάτων