Ancient Greek · ~1 min
Book 8
Aelian, Περὶ ζῴων ἰδιότητος 8.23
Not analysed yet
ἀστακὸν εἰ λάβοις καὶ πορρωτάτω κομίσειας, σημεῖον καταλιπὼν ἔνθεν αὐτὸν τεθήρακας, εὑρήσεις τὸν αὐτὸν ἐνταῦθα, ὅθεν καὶ συνείληπται. λέγω δέ, εἰ παρὰ τὴν θάλατταν κομίσας εἶτα καταθεῖο αὐτόν που πλησίον, ὡς ἑρπύσαι δυνηθῆναι ἐς τὴν θάλατταν.