Ancient Greek · ~1 min
Book 8
Aelian, Περὶ ζῴων ἰδιότητος 8.6
Not analysed yet
ἦν δὲ ἄρα εὐχείρωτα καὶ αἱρεῖν ῥᾷστα ὄνοι μὲν τοῖς λύκοις, τοῖς μέροψι δὲ αἱ μέλιτται, ταῖς γε μὴν χελιδόσιν οἱ τέττιγες, τοῖς δὲ ἐλάφοις οἱ ὄφεις. ἡ πάρδαλις δὲ αἱρεῖ τῇ ὀσμῇ τὰ πλεῖστα, καὶ ἔτι μᾶλλον τὸν πίθηκον.