# Περὶ ζῴων ἰδιότητος 8.7

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/8.7

Μεγασθένους ἀκούω λέγοντος περὶ τὴν τῶν Ἰνδῶν θάλατταν γίνεσθαί τι ἰχθύδιον, καὶ τοῦτο μὲν ὅταν ζῇ ἀθέατον εἶναι, κάτω που νηχόμενον καὶ ἐν βυθῷ, ἀποθανὸν δὲ ἀναπλεῖν. οὗ τὸν ἁψάμενον ἐκθνήσκειν τὰ πρῶτα, εἶτα μέντοι καὶ ἀποθνήσκειν. τὸν δὲ χέλυδρον πατήσας τις καὶ εἰ μὴ δηχθείη, ὡς Ἀπολλόδωρός φησιν ἐν τῷ Θηριακῷ λόγῳ, ἀποθνήσκει πάντως· ἔχειν γάρ τι σηπτικὸν καὶ τὴν μόνην τοῦ ζῴου ἐπίψαυσιν λέγει. καὶ μέντοι καὶ τὸν πειρώμενον θεραπεύειν καὶ ἐπικουρεῖν ἁμωσγέπως τῷ ἀποθνήσκοντι φλυκταίνας ἴσχειν ἐν ταῖς χερσίν, ἐπεὶ μόνον τοῦ πατήσαντος προσέψαυσεν. Ἀριστόξενος δέ πού φησιν ἄνδρα ταῖς χερσὶν ὄφιν τινὰ ἀποκτεῖναι καὶ μὴ δηχθέντα ὅμως ἀποθανεῖν· καὶ τὴν ἐσθῆτα δὲ αὐτοῦ, ἣν ἔτυχε φορῶν ὅτε τὸν ὄφιν ἀνῄρει, καὶ ἐκείνην σαπῆναι οὐ μετὰ μακρόν.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
