Ancient Greek · ~2 min
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.19
Not analysed yet
τῶν κατὰ τὴν οἰκίαν ὄρνις ἐὰν ἐς οἶνον ἐμπέσῃ καὶ ἀποπνιγῇ, οὐδὲν λυμαίνεται οὔτε τοῦ οἴνου φασὶν οὔτε τῶν ἔνδον· ἐὰν δὲ ἐς ὕδωρ κατενεχθῇ, δυσῶδες ἀπέφηνε τὸ ὕδωρ, καὶ κακοσμίαν περὶ τὸν ἀέρα ἐργάζεται. γαλεώτης δὲ ἐὰν ἐς οἶνον κατολισθὼν εἶτα ἀποπνιγῇ, λυπεῖ οὐδὲ ἓν· ἐὰν δὲ ἐς ἔλαιον ἐμπέσῃ καὶ ἀποθάνῃ, δυσῶδες τὸ ἔλαιον ἀποφαίνει, καὶ ὁ γευσάμενος αὐτοῦ φθειρσὶν ἐξέζεσεν.