# Περὶ ζῴων ἰδιότητος 9.22

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/9.22

θαλάττιον ζῷον οἱ ἀστέρες, καὶ εἰσὶ καὶ οὗτοι μαλακόστρακοι, ἐχθροὶ δὲ τοῖς ὀστρέοις· δειπνοῦσι γὰρ αὐτά. καὶ ὁ τρόπος τῆς ἐπιβουλῆς τῆς κατʼ αὐτῶν ἐκεῖνός ἐστι. τὰ μὲν κέχηνε πολλάκις ψύχους δεόμενα καὶ ἄλλως εἴ τί σφισιν ἐμπέσοι τούτῳ τραφησόμενα· οἱ τοίνυν ἀστέρες μέσον τῶν ὀστράκων διείρουσιν ἓν κῶλον τῶν σφετέρων ἕκαστος, καὶ ἐμπίπλανται τῶν σαρκῶν, διειργομένων συνελθεῖν τῶν ὀστράκων αὖθις. ἴδιον μὲν δὴ καὶ ἀστέρων θαλαττίων εἰρήσθω ἡμῖν τοῦτο.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
