Ancient Greek · ~3 min
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.23
Not analysed yet
τὴν μὲν ὕδραν τὴν Λερναίαν τὸν ἆθλον τὸν Ἡράκλειον ᾀδέτωσαν ποιηταὶ καὶ μύθων ἀρχαίων συνθέται, ὧνπερ οὖν καὶ Ἑκαταῖος ὁ λογοποιός ἐστιν· ᾀδέτω δὲ καὶ Ὅμηρος χιμαίρας φύσιν κεφαλὰς ἐχούσης τρεῖς, τέρας τοῦτο Λύκιον Ἀμισωδάρου τοῦ Λυκίων βασιλέως, ἐπὶ λύμῃ πολλῶν θρέμμα ποικίλον τε καὶ ἀπρόσμαχον, ναὶ μὰ Δία. καὶ ταῦτα μὲν ἔοικεν ἐς τοὺς μύθους ἀποκεκρίσθαι· ἡ δὲ ἀμφίσβαινα ὄφις δικέφαλός ἐστι, καὶ τὰ ἄνω καὶ ὅσα ἐς τὸ οὐραῖον· προϊοῦσα δέ, ὅπως ἂν ἐς τὴν ὁρμὴν ἐπαγάγῃ τῆς προόδου ἡ χρεία αὐτήν, τὴν μὲν ἀπέλιπεν οὐρὰν εἶναι, τὴν δὲ ἀπέφηνε κεφαλήν. καὶ μέντοι καὶ πάλιν εἰ δεηθείη τὴν ὀπίσω ἰέναι, κέχρηται ταῖς κεφαλαῖς ἐς τὸ ἐναντίον ἢ τὸ πρόσθεν ἐχρήσατο.