# Περὶ ζῴων ἰδιότητος 9.24

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/9.24

ἦν δὲ ἄρα τι βατράχου γένος, καὶ καλεῖται τοῦτο ἁλιεύς, καὶ καλεῖται τὸ ὄνομα ἐξ ὧν δρᾷ. δελέατα ἐκεῖνος ὑπεράνω τῶν ὀφθαλμῶν ἔχει προμήκεις ὡς ἂν εἴποις τινὰς βλεφαρίδας, εἶτα ἑκάστῃ βραχὺ σφαιρίον προσπέφυκε. σύνοιδεν οὖν ἑαυτῷ τούτοις ἐφολκοῖς ὑπὸ τῆς φύσεως ἐς τοὺς ἄλλους ἰχθῦς παρεσκευασμένῳ τε καὶ τεθηγμένῳ προσέτι. οὐκοῦν ὑποκρύψας ἑαυτὸν ἐν τοῖς θολερωτέροις τε καὶ ἰλύος μᾶλλον πεπληρωμένοις ἡσυχάζει; προτείνων τὰς τρίχας τὰς προειρημένας. τὰ τοίνυν βράχιστα τῶν ἰχθύων προσνεῖ ταῖσδε ταῖς βλεφαρίσι, τὰς ἐπʼ ἄκρου σφαιροειδεῖς περιφορὰς οἰόμενα δέλεαρ εἶναι, ὃ δὲ ἐλλοχῶν ἀτρεμεῖ, πλησίον δὲ ἐκείνων γεγενημένων, ὑπάγει τὰς τρίχας ἐς ἑαυτόν ʽαἳ δὲ ἐσάγονται κρυπταῖς τισιν ὁδοῖς καὶ ἀφανέσἰ, γειτνιάσαντά τε ὑπὸ λαιμαργίας τὰ ἰχθύδια δεῖπνόν ἐστι τῷ βατράχῳ τῷ προειρημένῳ.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
