Ancient Greek
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.25
Not analysed yet
Κάραβος πολύποδι ἐχθρός. τὸ δὲ αἴτιον, ὅταν αὐτῷ τὰς πλεκτάνας περιβάλῃ, τῶν μὲν ἐπὶ τοῦ νώτου ἐκπεφυκότων αὐτῷ κέντρων ποιεῖται οὐδεμίαν ὤραν, ἑαυτὸν δὲ περιχέας αὐτῷ ἐς πνῖγμα ἄγχει. ταῦτα ὁ κάραβος σαφῶς οἶδε, καὶ ἀποδιδράσκει αὐτόν. καράβου δὲ ἡ φύσις ἐκείνη ἐστίν. ὅταν ἀδεὴς ᾖ, πορεύεται ὅδε ὁ ἰχθὺς πρόσω, πλαγιάσας δεῦρο καὶ ἐκεῖσε τὰ κέρατα, ἵνα μὴ πρὸς ἐναντίαν τὴν νῆξιν τὸ ὕδωρ ἰὸν εἶτα ἀναστέλλῃ οἱ τὰ κέρατα καὶ ἐμποδίζῃ πρόσω χωρεῖν· εἰ δὲ φεύγοι, τὴν ὀπίσω ἰὼν παρῆκεν αὐτὰ τελέως. τὸ δὲ αἴτιον, ὡς κώπαις ἐρέττων καὶ ὑποκινῶν δίκην πορθμίδος πολὺ ἀποσπᾷ. εἰ δὲ γένοιτο μάχη καράβων πρὸς ἀλλήλους, τὰ κέρατα ἐγείροντες εἶτα ὡς κριοὶ ἐμπίπτοντες προσαράττουσι τὰ μέτωπα. ἀγῶνα δὲ μυραίνης καὶ καράβου ἀνωτέρω εἶπον.