Ancient Greek · ~1 min
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.28
Not analysed yet
τὴν ὗν κρέα ἔχειν τῶν ἄλλων κρεῶν ἡδίω ἐκ πολλοῦ πεπίστευται. καὶ ἐκεῖνο δὲ ἡ πεῖρα διδάσκει καὶ μάλα γε ἐναργῶς. ὅταν ποτὲ σαλαμάνδραν φάγῃ, αὐτὴ μέν ἐστιν ἀπαθής, τούς γε μὴν αὐτῆς γευσαμένους ἀποκτείνει.