# Περὶ ζῴων ἰδιότητος 9.41

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/9.41

οἱ μὲν μῦς οἱ κατὰ τὴν οἰκίαν δειλὸν καὶ ἀσθενὲς ζῷόν εἰσι, καὶ φοβοῦνται κτύπον, καὶ τὴν γαλῆν πεφρίκασι κρίξασαν· δειλοὶ δὲ καὶ οἱ ἀρουραῖοι. τῶν γε μὴν οἰκετῶν θρασύτεροι οἱ θαλάττιοι. μικρὸν μὲν αὐτῶν τὸ σῶμα, τόλμα δὲ ἄμαχος· καὶ θαρροῦσι δύο ὅπλοις, δορᾷ τε εὐτόνῳ καὶ ὀδόντων κράτει· μάχονται δὲ καὶ τοῖς ἰχθύσι τοῖς ἁδροτέροις καὶ τῶν ἁλιέων τοῖς μάλιστα θηρατικοῖς.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
