# Περὶ ζῴων ἰδιότητος 9.42

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/9.42

τῆς τῶν ὡρῶν μεταβολῆς ἔχουσιν αἰσθητικῶς οἱ θύννοι καὶ ἴσασι τροπὰς ἡλίου ὀξύτατα, καὶ δέονται τῶν τὰ οὐράνια εἰδέναι δεινῶν οὐδὲ ἕν. ὅπου γὰρ ἂν αὐτοὺς χειμῶνος ἀρχὴ καταλάβῃ, ἐνταῦθα ἡσυχάζουσί τε καὶ ἀτρεμοῦσιν ἀγαπητῶς, καὶ καταμένουσιν ἐς τὴν ἐπιδημίαν τῆς ἰσημερίας. καὶ τεκμηριοῖ Ἀριστοτέλης τοῦτο. ὅτι δὲ τῷ ἑτέρῳ τῶν ὀφθαλμῶν ὁρῶσι, τῷ δὲ ἄλλῳ οὐκέτι, καὶ Αἰσχύλος ὁμολογεῖ λέγων τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην. παρίασί τε ἐς τὸν Πόντον, καὶ κατὰ τὴν δεξιὰν ἑαυτῶν πλευρὰν τὴν γῆν λαμβάνουσι, καθʼ ἣν καὶ βλέπουσιν· ἐξιόντες τε αὖ κατὰ τὴν ἀντιπέρας νέουσι τῆς γῆς ἐχόμενοι, τὴν φρουρὰν τὴν τοῦ σώματος κατὰ τὸν ὁρῶντα τῶν ὀφθαλμῶν λαμβάνοντες προμηθέστατα.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
