# Περὶ ζῴων ἰδιότητος 9.44-47

Aelian, Περὶ ζῴων ἰδιότητος, 9.44 to 9.47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/9.44

Τρωγλοδύται γένος ἀνθρώπων ὑμνεῖται, καὶ τό γε ὄνομα εἴληφεν ἐκ τῆς διαίτης. φοβοῦνται δὲ αὐτοὺς οἱ ὄφεις. τὸ δὲ αἴτιον, ἐσθίουσιν αὐτοὺς οἱ ἄνθρωποι. μιγνύμενοι δὲ ἀλλήλοις οἱ ὄφεις βαρυτάτην ὀσμὴν ἀφιᾶσιν. ἀγροῦ γειτνιῶντος θαλάττῃ καὶ φυτῶν παρεστώτων ἐγκάρπων γεωργοὶ πολλάκις καταλαμβάνουσιν ἐν ὥρᾳ θερείῳ πολύποδάς τε καὶ ὀσμύλους ἐκ τῶν κυμάτων προελθόντας καὶ διὰ τῶν πρέμνων ἀνερπύσαντας καὶ τοῖς κλάδοις περιπεσόντας καὶ ὀπωρίζοντας, καὶ δίκην ἐπέθεσαν τοῖς φωρσὶ συλλαβόντες αὐτούς. ἀνθʼ ὧν δὲ ἐτρύγησαν οἱ προειρημένοι, ὑπὲρ τούτων ἀνθεστιῶσι διʼ ἑαυτῶν τοὺς δεσπότας τῶν σεσυλημένων καρπῶν. Ῥυάδες ὄνομα θαλαττίου ζῴου σοφοῦ διαγνῶναι τὴν τῶν ὡρῶν διάβασιν. ὑπαρχομένου γοῦν τοῦ χειμῶνος ἡσυχάζουσι τοὺς κρυμοὺς ἀποδιδράσκουσαι, καὶ ἀσμένως ἑαυτὰς τῇ καταμονῇ θάλπουσαι ἰσομοιρίᾳ ἀδελφικῇ· εἶτα ἦρος νεῖν ὑπάρχονται ἐκεῖναί γε καὶ πορείας τῆς μακροτέρας, καὶ νέμονται τροφὴν οὐ μόνον τὴν προσπεσοῦσαν, ἀλλὰ καὶ ἣν ἂν μαστεύσασαι εἶτα ἀνιχνεύσωσιν. τοὺς ἐχίνους ἔτι ζῶντας καὶ ἐν τοῖς ὀστράκοις ὄντας καὶ προβεβλημένους τὰ κέντρα εἴ τις συντρίψας καὶ διαρρίψας ἐς τὴν θάλατταν ἄλλο ἄλλῃ τρύφος καταλίποι, τὰ δὲ ἄρα συνέρχεται αὖθις καὶ ἑνοῦται καὶ τὸ συγγενὲς θρύμμα ἀνέγνω, καὶ προσπλακέντα συνέφυ. καὶ ὁλόκληροι γίνονται φύσει τινὶ θαυμαστῇ καὶ ἰδίᾳ αὖθις.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
