Ancient Greek · ~1 min
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.55
Not analysed yet
ἴδια δὲ καὶ ἐκεῖνα κυνός. οὐχ ὑλακτοῦσιν, εἴ τις ἔχων οὐρὰν γαλῆς σὺν ἑαυτῷ εἶτα πρόσεισι, γαλῆς δʼ ἣν ἐθήρασε μέν, ἀποκόψας δὲ τὴν προειρημένην οὐρὰν εἶτα ἀφῆκε ζῶσαν αὐτήν. ὄνος δὲ οὐ βρωμήσεται, ἐὰν αὐτοῦ τῆς οὐρᾶς λίθον ἀπαρτήσῃς, ὥς φασιν.