Ancient Greek
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.59
Not analysed yet
ἰχθύες ὅσοι ποταμὸν γείτονα τῇ θαλάττῃ τῇ συντρόφῳ κέκτηνται ἢ καὶ λίμνην τινὰ ὅταν μέλλωσι τίκτειν, ἐκνήχονται τῆς ἅλμης, τῶν κυμάτων τὸ ἄκλυστον ὕδωρ προαιρούμενοι καὶ ταραττόμενον ὑπὸ τῶν πνευμάτων καὶ τυπτόμενον ἥκιστα. ἀγαθὴ γὰρ αὐτοῖς ἡ τῶν ὑδάτων εἰρήνη τὴν λοχείαν ὑποδέξασθαι καὶ φυλάξαι ἀσινῆ τε καὶ ἀνεπιβούλευτα τὰ βρέφη τῇ τε ἄλλῃ καὶ μέντοι καὶ διὰ τὴν τῶν θηρῶν ἐρημίαν καὶ σπάνιν· φιλοῦσι δέ πως τήνδε τὴν ἐλευθερίαν ἔχειν αἵ τε λίμναι καὶ οἱ ποταμοί. ἔνθεν τοι καὶ πολλοῖς ἰχθύσιν εὐθενεῖται ὁ Εὔξεινος Πόντος· θηρία γὰρ τρέφειν οὐκ ἔμαθε. φώκην δὲ εἴ που τρέφει καὶ δελφῖνας βραχίστους, ἀλλὰ τῶν γε ἄλλων ἁπάντων οἱ τῇδε ἰχθῦς ἐν σκέπῃ εἰσίν.