Ancient Greek · ~3 min
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.61
Not analysed yet
λέγεται δὲ τὰ ἴχνη καὶ τὰ γνωρίσματα τῶν τῆς ἀσπίδος δηγμάτων μὴ πάνυ τι εἶναι δῆλα καὶ εὐσύνοπτα. καὶ τὸ αἴτιον ἐκεῖνο εἶναι πυνθάνομαι. ὀξύτατόν ἐστι τὸ ἐξ αὐτῆς φάρμακον καὶ διαδραμεῖν ὤκιστον. οὐκοῦν ἣ μὲν ἐνέφυ, τὸ δὲ οὐκ ἐπιπολεύει, ἀλλὰ ἐς τοὺς ἔσω πόρους κατολισθάνει, καὶ τῆς μὲν ἐπιφανείας καὶ τοῦ χρωτὸς τοῦ ὑπὸ τὴν ὄψιν ἀφανίζεται, ὠθεῖται δὲ ἔνδον. ἔνθεν τοι καὶ τῆς Κλεοπάτρας ὁ θάνατος τοῖς ἀμφὶ τὸν Σεβαστὸν οὐ πάνυ τι ῥᾳδίως ἐγνώσθη ἀλλὰ ὀψέ, δύο κεντημάτων καὶ μάλα γε δυσθεάτων καὶ δυσθηράτων ὀφθέντων, διʼ ὧν ἐφωράθη τὸ τοῦ θανάτου αἴνιγμα. ἄλλως τε καὶ ἴχνη τοῦ τῆς ἀσπίδος σύρματος ἐφάνη, πρόδηλα τοῖς ἔχουσι τῆς τούτων κινήσεως τῶν ζῴων τὴν ἱστορίαν ὄντα.