# Περὶ ζῴων ἰδιότητος 9.63

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/9.63

τοῦ ἦρος ἐνακμάζοντος καὶ τῆς γῆς ἐξανθούσης οἴστρου τε ἀφροδισίου τὰ ζῷα ὑποπίμπλαται καὶ μνημονεύει γάμων, καὶ ἀλλήλοις συμπλέκεσθαι ὀργᾷ τά τε ὄρεια καὶ ὅσα ἐνθαλαττεύει καὶ μετεωροπορεῖ ὅσα. τῶν δὲ ἰχθύων οἳ μὲν ταῖς ψάμμοις προσαποτρίβουσι τὰ ᾠὰ πυκνὰ ὄντα καὶ ἀλλήλων ἐχόμενα, οἳ δὲ νηχόμενοι εἶτα ἐκβάλλουσι πάμπολύ τι τῶν ᾠῶν τὸ χρῆμα, καὶ οἱ κατόπιν νέοντες τὰ πολλὰ καταπίνουσιν. ἤδη μέντοι καὶ οἱ ἄρρενες προηγοῦνται καὶ τοῦ θοροῦ ἀπορραίνουσιν, αἱ δὲ θήλειαι ἑπόμεναι καὶ πάνυ γε ἀπλήστως περιχανοῦσαι ἐμπίπλανται· καὶ ἥδε ἐστὶν ἡ μίξις αὐτῶν. ὅτι δὲ ἰχθύων τινὲς καὶ συνοικοῦσιν ὡς γαμεταῖς, καὶ φυλάττουσιν αὐτάς, καὶ ζηλοτυπία τις καὶ ἐν ἰχθύων γένεσιν ἐξάπτεται, ἀνωτέρω εἶπον.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
