# Περὶ ζῴων ἰδιότητος 9.66

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/9.66

ἔχεως μὲν καὶ μυραίνης γάμους καὶ ὅπως ἀλλήλοις ὁμιλοῦσιν, ἣ μὲν προϊοῦσα τῆς θαλάττης, ὃ δὲ ἐξέρπων τοῦ φωλεοῦ, ἐν τοῖς πρόσθεν εἰπὼν οὐκ ἐπιλέλησμαι. ὃ δὲ οὐκ εἶπον νῦν ἂν εἴποιμι. μέλλων ὁ ἔχις ὁμιλεῖν αὐτῇ, ἵνα δόξῃ πρᾶος ὡς πρέπει νυμφίῳ, τὸν ἰὸν ἀπεμεῖ καὶ ἐκβάλλει, καὶ οὕτως ὑποσυρίσας τὴν νύμφην παρακαλεῖ, οἱονεὶ προγάμιόν τινα ὑμέναιον ἀναμέλψας. ὅταν δὲ τὰ τῆς ἀφροδισίου σπουδῆς τελέσωσι μετʼ ἀλλήλων ὄργια, ἣ μὲν ἐπί τε τὰ κύματα καὶ τὴν θάλατταν ὥρμησεν, ὃ δὲ ἀναρροφήσας τὸν ἰὸν αὖθις ἐς τὰ ἤθη τὰ οἰκεῖα ἐπάνεισιν.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
