# Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 126

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, Jebb Page 126. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-29/126
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-29/126
CTS URN: urn:cts:greekLit:tlg0284.tlg054:126

οἷς φάσκει χαίρειν τοῦτον ἐᾶν· τοὺς δʼ οἷς πάντας τοὺς ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπους καὶ προσέτι τὴν φύσιν αὐτὴν συμψήφους ὧν λέγουσιν ἴσχουσι, μὴ μόνον στέργειν τε καὶ θαυμάζειν, ἀλλὰ καὶ συνήδεσθαι σφίσιν, οὕτως ἄριστα πάντων ἔχουσι. πρὸς δὲ κἀκείνως νόμον ἐξούλης λάχοι τις ἂν εἰκότος αὐτῷ. οἱ μὲν γὰρ εἰ καὶ διάφορα καὶ περὶ ὧν ἂν εἴποι τις φθέγγονται, ἀλλʼ ἐπεὶ πρὸς ἓν μόνον πάντες ὁρῶσι τὸ τῶν πόλεων κέρδος, διὰ τοῦτο καὶ τῆς αὐτῆς προσηγορίας μέτεστι πᾶσι, καὶ τοῦτο κοινὸν κατὰ πάντων κεκράτηκεν ὄνομα νόμοι. ὁ δὲ

---

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg054.local001/.
