# Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 132

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, Jebb Page 132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-29/132
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-29/132
CTS URN: urn:cts:greekLit:tlg0284.tlg054:132

ἀφαιρεθέντα δυσχερανεῖν. εἰ δʼ ἐπὶ τὸ λαβεῖν εἶχες ἀσμένως, ὥσπερ οὖν εἶχες καὶ οὐδεὶς ἀντερεῖ, καὶ πρὸς τὴν ἀφαίρεσιν, εὖ οἶδα, δυσχερανεῖς, καὶ μάλιστʼ εἰ καὶ πρότερος αὐτὸς εὖ ποιήσας τοῦτον ἐτύγχανες. εἶθʼ ὧν οὐκ ἄν ποτʼ αὐτὸς ἕλοιο πεπειρᾶσθαι, ταῦθʼ ὑφʼ ἡμῶν ἑτέρους παθεῖν ἀξιοῖς, καὶ μόνος τῶν πάντων νομοθετεῖν οἴει δεῖν ἃ καὶ εἰ πόρρωθεν ἐτύγχανε νομισθέντα, ὡς μηδὲν ὅλως πρὸς ἡμᾶς ὄντα διαγράφειν ἔδει καθάπαξ, καὶ μᾶλλον νόμον τιθέναι τῷ καὶ εἰσαῦθις ἐπιχειρήσοντι τούτοις θανάτου τιμᾶν; καὶ εἰ μὲν ὑφʼ ὁτουοῦν αὐτὸς ὑβρισμένος ἐτύγχανες, οὐκ ἄν ποτʼ ἴσως ἠνέσχου, ἀλλʼ ἤμυνας ἂν ἐκ τῶν ἐνόντων σαυτῷ· σὺ δὲ τούς τε νῦν ὄντας ἡμῶν τούς τε ἐσομένους εἰς ὄνειδος διʼ ὧν νομοθετεῖς καθιστὰς, ἔπειτʼ οὐκ ἄγεις ἐν ψήφοις; ἐὰν γὰρ ἅ τις ἐπαγγειλάμενος τύχοι, ταῦτα μὴ δοὺς ὡς εἰς ἀπατεῶνας τελῶν πολλοὺς ἴσχει τοὺς κατηγόρους, ὁ καὶ ἃ δέδωκεν ἀφελόμενος τίνʼ οὐκ ἂν παρὰ πάντων δέξαιτο μέμψιν; ἐχρῆν τοίνυν ἡμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἐχρῆν,

---

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg054.local001/.
