# Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 146

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, Jebb Page 146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-29/146
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-29/146
CTS URN: urn:cts:greekLit:tlg0284.tlg054:146

τιμωρεῖται, τούτοις ἑκὼν ἐνεχόμενος κατʼ αὐτὸς αὑτοῦ φέρει τὴν ψῆφον τοῦ παρὰ πάντων ἂν εἰκότως μισεῖσθαι, καὶ οἷς τοιαῦτα πράττειν αἱρεῖται καὶ οἷς ταῦτʼ ἐν ἄλλοις κακίζει, ἅπερ αὐτὸς πράττειν αἱρεῖται. πρὸς ὃν ἔγωγʼ ἂν φαίην ὅτι εἰ μὲν τῶν ἐπαινουμένων, ὦ τᾶν, ταῦτʼ ὄντα τυγχάνει, πῶς ἐν τοῖς ἄλλοις ἀξιοῖς τιμωρίας; εἰ δὲ τῆς φαυλοτάτης πέφυκε μοίρας, πῶς ἃ παρʼ ἄλλοις ὄντα κολάζεις, τούτοις αὐτὸς ὡς βελτίστοις δεῖν οἴει κεχρῆσθαι; καὶ μὴν εἰ τὸ πρὸς οὑστινασοῦν ἰδίᾳ γιγνόμενον βλάβος μέμψεως ἄξιον, ἦ που τὸ δημοσίᾳ καὶ κοινῇ τὴν βλάβην ἐπάγον οὐδὲ παραίτησιν ἴσχει. ὑμεῖς τοίνυν φαῦλον μὲν ὁντινοῦν τῶν πολιτῶν καὶ δόξαν οὐκ ἀγαθὴν κεκτημένον οὕτω μισεῖτε ὡς καὶ τῆς πόλεως τάχιστʼ αὐτὸν ἐξελαύνειν, ἐφʼ ᾧ μὴ καὶ τοὺς ἄλλους ὑπὸ τούτου βεβλάφθαι καὶ πρὸς πολλοὺς ἥκειν τὸ νόσημα. ἐὰν δὲ τὸν Λεπτίνου βεβαιώσωμεν νόμον, οὐ μόνον δόξομεν ἐναγεῖς τὰ τοιαῦτα, ἀλλὰ καὶ κοινὸν ἡμῖν αὐτοῖς ἐπεγεροῦμεν

---

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg054.local001/.
