# Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 150

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, Jebb Page 150. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-29/150

περιφανὴς, ὅταν *** τοὺς εὐεργέτας καὶ τὰ ἡμέτερʼ αὐτῶν περὶ πάνυ τοι πολλοῦ ποιουμένους καὶ οὐδὲ παυσομένους ταυτησὶ τῆς μανίας, ἐὰν βουλώμεθʼ ἡμεῖς, ἀντὶ τοῦ πάντων ὧν σφίσι προσῆκεν ἐπιεικῶς ἀξιοῦν καὶ πάνυ τοι προσφιλοτιμεῖσθαι, ἡμεῖς δὲ καὶ πολεμίους αὐτοὺς ἐν οἷς ἂν ἀφελώμεθα δείξομεν; εἰ τοίνυν ἡμῖν μὲν χρηστῆς οὕτω μέτεστι γνώμης καὶ πρὸς τοσοῦτον ἥκομεν τοῦ πρὸς πάντας ἁπλῶς εὖ διακεῖσθαι, ὡς καὶ τοὺς ἐχθροὺς εὔνους ἐθέλειν ποιεῖν καὶ μεταβάλλειν ἐφʼ ἃ δεῖ, ὁ δʼ ἡμᾶς διʼ ὧν συμβουλεύει πᾶσι καθάπαξ συγκρούει, καὶ πρὸς ἃ μὴ πεφύκαμεν ἐκβιάζεται, οὐ μόνον ἐστὶ τῆς πολιτείας ἐχθρὸς, ὡς μηδʼ ὁπωστιοῦν αὐτῷ χρῆναι προσέχειν, ἀλλὰ καὶ ἧς ἴσχομεν φύσεως πάντʼ ἄνω καὶ κάτω στροβίλου δίκην ποιῶν, καὶ τοὺς ἐπιεικεστάτους τὰς φύσεις καὶ νόμοις καὶ ἔθεσιν ἐντραφέντας χρηστοῖς τῶν ἀνομωτάτων καὶ ὠμοτάτων ἔλαττον ἔχειν, ὦ θεοὶ, παρασκευάζων βαρβάρων, εἴπερ

---

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg054.local001/.
