# Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 16

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, Jebb Page 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-29/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-29/16
CTS URN: urn:cts:greekLit:tlg0284.tlg054:16

μάλιστα τοῦθʼ οὕτως ἔχει, ὅτι μὲν πολλῷ κάλλιον καὶ φιλανθρωπότερον διὰ τοὺς ἀξίους δή που καὶ τοὺς ἀναξίους τιμᾶσθαι ἢ διὰ τοὺς ἀναξίους ἀποστερεῖσθαι ταύτης καὶ τοὺς ἀξίους, ἐῶ. ἀλλὰ καὶ οὕτω σαυτῷ περιπίπτεις. τί γὰρ οὐ τοὺς ἀναξίους μόνους, ἀλλὰ καὶ τοὺς ἀξίους ἁπλῶς ἀτελείας ἀποστερεῖς; εἰ γὰρ τῷ ὄντι μόνοις τουτοισὶ δυσχεραίνεις, ἔδει δή που τούτων μεμνῆσθαι μόνων, τῶν δʼ ἄλλων ἀπέχεσθαι. νῦν δὲ οἷς πάντας ἁπλῶς ὑπάγεις τῷ νόμῳ ἔοικας οὐχ οὓς λέγεις μόνους κακίζων, ἀλλὰ κοινῇ πᾶσι βασκαίνων πάντας ἀφαιρεῖσθαι πειρᾶσθαι τὰς δωρεάς. μᾶλλον δὲ οὐκ εἰκάζειν, ἀλλʼ εἰδέναι δίδως σαφῶς μηδʼ ὁπωστιοῦν ἔχων πρὸς ταῦτʼ ἀντειπεῖν. σκόπει δὲ καὶ οὕτως. εἰ ὅστις ἀνάξιος, ὡς αὐτὸς λέγεις, οὗτος καὶ ἀτελείας ἀνάξιος, ἀνάγκη πᾶσα τοὺς ἀξίους ταύτης τυγχάνειν, ἵνα καὶ τὸ διάφορον ἑκατέρων

---

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg054.local001/.
