# Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 40

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, Jebb Page 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-29/40

τὰς μὲν λειτουργίας ἐντεῦθεν φάσκειν ἐλαττοῦσθαι τῇ πόλει, δεῖν δὲ λειτουργιῶν, εἴπερ του, μᾶλλον δὲ ὡς οὐδενὸς τούτων πάντων λειτουργιῶν πόλεσι δεῖν· πρῶτον μὲν σαυτὸν, εὖ ἴσθι, λανθάνεις αὐτὰς δή που τὰς λειτουργίας περικόπτων τῇ πόλει καὶ ταύτῃ διαφανῶς πολεμῶν. εἰ γὰρ ἀτέλεια μὲν τοῖς ὑπὲρ ἡμῶν ἐσπουδακόσι δίδοται γέρας, οὗτοι δὲ μετὰ τοὺς θεοὺς διʼ ὧν δρῶσι συνιστᾶσι τὴν πόλιν, ταύτης δὲ συνισταμένης καὶ λειτουργεῖν καὶ πάντʼ ἔξεστι πράττειν, ὁ τὴν ἀτέλειαν ἀναιρῶν συναναιρεῖ δή που καὶ ἅπαντα ταῦτα, εἴπερ λειτουργεῖν μὲν οὐκ ἔνι μὴ τῶν πραγμάτων εὖ καθεστώτων τῇ πόλει. ἀμήχανον δὲ τοῦτο μὴ πάντων πᾶσαν ὑπὲρ αὐτῆς σπουδὴν εἰσφερόντων· εἰσφέρουσι μέντοι προθύμως, ὡς καὶ ἀντʼ εὖ πείσεσθαι παρʼ αὐτῆς αὐτοὶ προσδοκῶντες. ἔπειτʼ εἰ καὶ λειτουργιῶν ἡμῖν δεῖ· δεῖ

---

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg054.local001/.
