# Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 52

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, Jebb Page 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-29/52
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-29/52
CTS URN: urn:cts:greekLit:tlg0284.tlg054:52

τὸ τὰ προσήκοντʼ ἀμφοτέροις ἀποδιδόναι πρὸς ἀγαθοῦ, τό γʼ αὐτὰ τούτων ἀποστερεῖν πρὸς βασκάνων. σὺ δʼ ἐκπεσεῖν μὲν τῶν ὄντων καὶ ὧν σοι πρόσεστιν ἐστερῆσθαι οὐκ ἂν ἀνάσχοιο, ἀλλά μοι δοκεῖς κἂν ὄναρ τοῦτʼ ἰδὼν τεταράχθαι· ἧς δὲ τοὺς εὐεργέτας ἡ πόλις ἠξίωσεν ἀτελείας, ταύτης τούτους ἀπάγων, φορητόν τι νομίζεις, δέον ἀπὸ σαυτοῦ καὶ τὰ τούτων εἰκάζειν, καὶ μὴ σφᾶς ἀξιοῦν ὧν αὐτὸς γενομένων οὐκ ἂν ἠγαπήκεις; μᾶλλον δʼ ἀνάγκη δυοῖν θάτερον, ἢ καὶ τὴν πόλιν ἐστερῆσθαι τῆς παρʼ αὐτῶν ὠφελείας, ἐπειδὴ τούτους τῶν παρʼ αὐτῆς γερῶν οἴει δεῖν, ἢ μηδὲ τούτοις ὁπωστιοῦν ἐνοχλεῖν, ἐπεὶ μηδὲ ταύτῃ. εἰ δὲ ταύτην μὲν ἀξιοῖς ὧν παρʼ αὐτῶν εἴληφεν ἀπολαύειν εἰς ἅπαν, τούτους δὲ μὴ, ἔοικας οὐκ ὀρθῶς οὐδὲ δικαίως τοῖς πράγμασι διαντᾶν καὶ προσέτι τὴν πόλιν οὐχ ὅπως ὧν ἐχρῆν,

---

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg054.local001/.
