# Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 86

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, Jebb Page 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-29/86

τοὺς ἡμετέρους προγόνους εἰς αἰσχύνην διʼ ὧν νομοθετεῖ καθιστάντα Λεπτίνην τοῦτον δέον ὑπὲρ ἐκείνους κολάζειν, ἅθʼ ὑπὲρ ἐκείνους ζημιοῦντα τὴν πόλιν, ἡμεῖς δʼ αὐτοῦ παρρησιαζομένου καὶ λέγοντος ταῦτʼ ἀνεχόμεθα, καὶ ψήφου καὶ βουλῆς ἀξιοῦμεν, εἴτε τοῖς τούτου πείθεσθαι χρῆν εἴτε μή. χωρὶς δὲ τούτων τὰ μὲν ἄλλα τῶν ἀδικημάτων οὐκ ἐν ἅπαντι δή που τῷ χρόνῳ, ἀλλʼ ἐπὶ μέρους ἐπάγει τὴν βλάβην· ὃ δὲ νῦν οὗτος ἐπιχειρεῖ ποιεῖν, νομοθετῶν ἃ δεδώκαμεν ἀφαιρεῖσθαι, τούς τε νῦν ὄντας Ἀθηναίους τούς τε ἐσομένους πρό τε ὄντας, κατὰ τὸ ἔπος, μάλιστα διαβάλλει. οὔτε γὰρ ἡμεῖς ἑστῶσιν ὡς εἰπεῖν ἔθʼ

---

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg054.local001/.
