# Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 90

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, Jebb Page 90. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-29/90

ποιήσονται δή που πάντες ἢ τοῦ μηδὲν ὧν ἔφην τοὺς προγόνους εἰργάσθαι, ἢ τοῦ μηδὲν ἡμᾶς ἐκείνοις κατὰ γένος προσήκειν, διὰ τὸ τοὺς μὲν καὶ τῶν αὐτοὺς ἀδικησάντων ὥσπερ εὖ πεποιηκότων ὑπὸ μεγαλοψυχίας πολλάκις προστῆναι καὶ πᾶσαν ὑπὲρ τούτων εἰσενηνοχέναι σπουδὴν, ἡμᾶς δὲ καὶ ἃ τοῖς εὐεργέταις δικαίως ἀποδεδώκαμεν, ταῦτʼ αὐτοὺς ὡς δυσμενεστάτους ἀναφανέντας ὑπʼ ἀγνωμοσύνης ἀφῃρηκέναι. ὃ καὶ θαυμάζω εἰ μηδὲν μὲν αὐτοῖς ἐγκαλεῖν ἔχοντες οὕτως ἀτιμάζομεν, ὡς ἀφαιρεῖσθαι σφίσι τὰς δωρεὰς, κακοὺς δὲ εἰς ἡμᾶς ἀναφανέντας ἔπειθʼ ἕξομεν ὁτιοῦν πλέον εἰργάσθαι. ἄνευ δὲ τούτων εἰ, ὅταν τις διʼ ὧν ἑτέρῳ λυμαίνεται ἑαυτῷ παρασκευάζῃ τὰ βέλτιστα, αἰτίας οὐκ ἀπήλλακται δή που διὰ τὸ πεπονηρεῦσθαι, οὐδὲ ταύτῃ μᾶλλον ἐπαινετέος ἢ κατʼ ἐκεῖνο μεμπτέος· ἦ πού γε ὅταν τις καὶ ἑαυτὸν καὶ ἕτερον καταβλάπτῃ, μᾶλλον δʼ ἐν τῷ δοκεῖν βλάπτειν κἀκεῖνον, τοῖς ἑαυτῷ λυσιτελοῦσιν ἐπιεικῶς πολεμῇ, τίς οὐκ ἂν τῷ τοιούτῳ διʼ ἄμφω ταυτὶ

---

Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg054.local001/.
