# Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 105

Aelius Aristides, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς, Jebb Page 105. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-30/105
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-30/105
CTS URN: urn:cts:greekLit:tlg0284.tlg045:105

θεὶς τὴν ῥητορικὴν τῆς στρατηγικῆς τοσούτῳ κυριωτέραν, ὅσῳ δέκα ἄνδρες δέκα μυριάδων ἐλάττους ἀριθμῷ· εἰκότως. οὐ γὰρ πόρρωθεν εἰλήφει τὸν ἔλεγχον, ἀλλʼ εἰ τότε ὡρμημένους Ἀχαιοὺς ἀνίστασθαι καὶ ὑφαιροῦντας ἤδη τὰ ἕρματα τῶν νεῶν καὶ τὴν θάλατταν ὑπερβοῶντας μὴ κατέσχον οἱ δύο οὗτοι ῥήτορες, τί πλέον τῶν τακτικῶν ἦν, τί δὲ ἀσπίδων καὶ δοράτων καὶ νεῶν πλήθους καὶ χρημάτων καὶ σκευῶν; ἀλλʼ ὡς ἀληθῶς ὅπερ οἱ σκευοφόροι τοῖς ὁπλίταις εἰσὶ, τοῦτʼ ἐφάνη τότε πᾶσα οὖσα παρασκευὴ πρὸς τὴν ἐπιστατοῦσαν ἅπασι τούτοις ῥητορικήν. κυβερνήτης δʼ αὖ προσλαβὼν μόριον ταύτης τῆς δυνάμεως, εἰδὼς καὶ φοβεῖν ἡνίκα καιρὸς καὶ πάλιν θαρρεῖν παρασκευάζειν, πόσῳ προφέρει πρὸς αὐτὰ τὰ τῆς κυβερνητικῆς πράγματα; οὐκοῦν ἰδίᾳ τε πανταχοῦ θαυμαστὴ καὶ οἷς ἂν προσγένηται ῥοπὴν τοσαύτην παρέχεται; φημὶ δʼ ἔγωγε καὶ κάλλος τε καὶ ῥητορικὴν συνελθόντα τῇ ῥητορικῇ κριθήσεσθαι, καὶ οὐδένα τὸν τοιοῦτον ἡδέως ὄψεσθαι μᾶλλον ἢ ἡδέως ἀκούσεσθαι λέγοντος. ἔοικε δὲ καὶ τοῦτο Ὅμηρος μαρτυρεῖν οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες, ὡς ἔφη, τὴν πυκνότητα τῶν νοημάτων καὶ τῶν ῥημάτων καὶ τῆς φωνῆς τὴν μεγαλοπρέπειαν, διοσημίᾳ παρεικάζων τὴν ῥητορείαν αὐτοῦ. μαρτυρεῖ δὲ καὶ ἐν οἷς ἀρτίως ἐλέγομεν ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ, ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οὐκ ἀργῶς οὐδʼ ἁπλῶς εἰπὼν τὸ στέφει, ἀλλʼ ἐνδεικνύμενος ὅτι οὐ μόνον τὰ ἐλαττώματα ἀναπληροῖ, ἀλλὰ καὶ προσέτι νικᾶν ποιεῖ, ἐπειδή γε καὶ ὁ στέφανος νίκης ἐστὶ σύμβολον. τὸν οὖν αἰσχρὸν καλῶς δυνάμενον λέγειν ὅτε τοῦ καλλίστου, λέγειν δὲ ἀδυνάτου, πρότερον τίθησι, τὸν ἅμα καλὸν καὶ ῥήτορα εἰκότως καὶ ἀκολούθως φησὶ

---

Aelius Aristides, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg045.local001/.
