# Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 184

Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων, Jebb Page 184. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/184
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/184
CTS URN: urn:cts:greekLit:tlg0284.tlg046:184

ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη, οὐκ εἰς λόχον συγκαθημένων ἡμῶν, ἀλλʼ ἐπʼ αὐτοῦ τοῦ ξυροῦ τῆς ἀκμῆς ἑστηκότος εἶναι τὴν Ἑλλάδα ἢ μή. αὕτη πρώτη Θεμιστοκλέους ἐξέτασις καὶ κρίσις. ἐντεῦθεν ὅρα τὸν ἄνδρα ἀπὸ γραμμῆς ἀρξάμενος· καὶ μή μοι λόγῳ τὸν χρυσὸν, ἀλλὰ τὴν βάσανον προσάγων σκόπει. τῆς γὰρ εἰκόνος μέμνησο τῆς σαυτοῦ· ἔδει τῶν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀγωνιζομένων Ἀθηναίους εἶναι, ἢ δυοῖν τοῖν ὑπολοίποιν θάτερον ποιεῖν· ἔδει τῶν ἀγωνιζομένων εἶναι. τί οὖν; συνεβούλευε ταῦτα Θεμιστοκλῆς, ἢ διεκώλυεν; οὒκ, ἀλλʼ ἐκεῖνος ἦν ὁ ταῦτα συμβουλεύων. οὐκοῦν ταῦτα ἔδει πράττειν καὶ ταῦτα συμβουλεύειν; ταῦτα ἔπραττον μὲν Ἀθηναῖοι, συνεβούλευε δὲ Θεμιστοκλῆς. μέχρι μὲν δὴ τούτων τὰ μέγιστα συνεβούλευε καὶ οὐδὲν ἔχει Πλάτων αἰτιάσασθαι, οὐ μὲν οὖν, εἰ μὴ λαμπρῶς ἐπαινοίη, ὅπως οὐκ ἂν αἰσχύνοιτο οὐκ ἂν ἔχειν μοι δοκεῖ. οὐ γὰρ μόνους τοὺς Ἀθηναίους ἐπὶ ταῦτʼ ἀγαγὼν καὶ τάξας ἐνταυθοῖ γνώμης φαίνεται, ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, ὅσον μετέσχον τῶν πραγμάτων, εἷς ἀνὴρ οὗτος μάλιστα ἐπιρρώσας καὶ παροξύνας, καὶ τοὺς μὲν ἑκόντας, τοὺς δὲ ἄκοντας αὐτῶν πείσας γενέσθαι χρηστοὺς καὶ λυσιτελοῦντας ἑαυτοῖς· ὅς γε καὶ τοῖς κήρυξι τοῖς παρὰ τοῦ βασιλέως ἐλθοῦσι περὶ τῆς γῆς καὶ τοῦ ὕδατος τοιαύτας ἔδωκε τὰς ἀποκρίσεις, ὥσθʼ ἅπασι τοῖς Ἕλλησιν ὑπάρχειν μαθεῖν ὁποῖʼ ἄττα ἀποκρίνασθαι χρὴ τοῖς ἐπὶ ταῦθʼ ἥκουσι τῶν βαρβάρων. καὶ οὐκ ἐνταῦθʼ ἔστη τῆς ἐλευθερίας, ἀλλὰ καὶ τὸν ἑρμηνεύσαντα ἀπέκτεινε, κατηγορῶν ὅτι τὴν φωνὴν ὥσπερ ἄλλο τι τῷ Πέρσῃ κατὰ τῶν Ἑλλήνων ἔχρησε. καίτοι τί τοῦτο δεινὸν ἦν τοῖς Ἀθηναίοις μαθεῖν ὅ τί ἐστι τὰ λεγόμενα, μαθόντας δὲ βουλεύσασθαι; οὐ γὰρ

---

Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg046.local001/.
