# Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 220

Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων, Jebb Page 220. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/220

προέπεμψαν τριακοσίοις λογάσι τῶν νέων ἄχρι τῶν ὅρων τῆς Λακωνικῆς, μόνον Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν πρότερον καὶ τῶν ὕστερον. τοσοῦτον αὐτοῖς ἔδοξεν ὑπὲρ ἅπαντας ἀνθρώπους Θεμιστοκλῆς εἶναι. καίτοι ὅτε τῶν Ἑλλήνων οἱ κράτιστοι τὰ κατʼ ἤπειρον οὐκ ᾐσχύνοντο προπέμποντες ἐκεῖνον μέχρι τῶν ὁρίων τῆς χώρας τῆς ἑαυτῶν, πῶς ἔνεσθʼ ἡμῖν τῶν ὁπλιτῶν ἕνεκα ψέγειν; ἢ πῶς μὴ ἐθέλειν ἐπαινεῖν, ὃν οἱ ἀντίπαλοι δοκοῦντες εἶναι καὶ ἄκοντες ἐτίμων ἃ μηδένα τῶν πώποτε; τριῶν τοίνυν ὄντων καιρῶν ἀφʼ ὧν τις ἐξετάσειε Θεμιστοκλέα, κατὰ πάντας ἀνὴρ ἄριστος καὶ πρῶτος φανήσεται. πρὶν μὲν γὰρ ἥκειν τοὺς βαρβάρους, τάς τε πόλεις διήλλαξε καὶ τοῖς ἀπὸ τῆς πόλεως πολίταις ἀνῆκε τὰ ἐγκλήματα· συμβάντων δὲ τῶν ἀγώνων, Λακεδαιμονίοις μὲν οὐ διηνέχθη, τοὺς πολεμίους δʼ ἐξέωσε μόνος· καταστάντων δὲ τῶν πραγμάτων καὶ Λακεδαιμονίων ἐθελόντων ἐκσπόνδους τὰς πόλεις ποιεῖν, ὅσαι μετὰ τῶν ἐναντίων ἐγένοντο, ἀντεῖπε καὶ διεκώλυσε, νομίζων ὅμοιόν τι συμβήσεσθαι τῷ τὴν Ἑλλάδα ἔκσπονδον αὐτὴν ὑφʼ αὑτῆς ἀποφανθῆναι. πλέον γὰρ ἢ τριάκοντα πόλεις ἔδει τῇ συμφορᾷ ταύτῃ περιπεσεῖν. οὔκουν ἡγεῖτο προσήκειν εὐτυχηκυῖαν τὴν Ἑλλάδα λαμπρῶς οὕτω καὶ τῶν ἐχθρῶν κρείττω γεγονυῖαν τοσοῦτον ἐλάττονʼ ἢ πρότερον γενέσθαι. πῶς ἂν κρείττων ἀνὴρ ἐγένετο, ἢ πῶς δεξιώτερος τὰ πολιτικά; ἔχων δὲ λέγειν καὶ περὶ τῶν ὕστερον αὐτοῦ συμφορῶν, καὶ

---

Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg046.local001/.
