# Ῥοδίοις περὶ ὁμονοίας 557

Aelius Aristides, Ῥοδίοις περὶ ὁμονοίας, Jebb Page 557. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-53/557

εἰ μὲν οὕτως εἶχον, ὦ ἄνδρες Ῥόδιοι, τὸ σῶμα, ὡς ἐγώ τε ἂν ἐβουλόμην καὶ ὑμεῖς συνεύξεσθε, αὐτὸς ἂν ὑμῖν διαβὰς εἰς λόγους ἦλθον πολλῶν ἕνεκα· ἐπεὶ δʼ ἴσως καὶ πρὸς ὑμᾶς ἀφῖκται λόγος ὡς διακείμεθα, ὑπὲρ μὲν τῶν κατʼ ἐμαυτὸν τοῖς θεοῖς ἐπιτρέπω, διʼ οὓς καὶ εἰς τοῦτον ἐσώθην τὸν χρόνον· πρὸς δὲ ὑμᾶς ὑπόλοιπον ἦν πέμψαι τὸ βιβλίον, καὶ τοῦτον τὸν τρόπον συγγενέσθαι τὴν πρώτην. εἰκότως δʼ ἂν οὐ περίεργος νομιζοίμην ἐν πατρίδος μοίρᾳ τὴν πόλιν ὑμῶν ἄγων. Ἑλλήνων τε γὰρ οὐκ εἰς ἐσχάτους δοκοῦντα τελεῖν παντὸς τοῦ Ἑλληνικοῦ κήδεσθαι νομίζειν αὑτῷ προσήκειν οὐ μάταιος ὁ λογισμὸς, τῶν τε πρὸς ὑμᾶς ἰδίᾳ μοι δικαίων ὑπαρχόντων οὐδʼ ὑμεῖς ἐπιλέλησθε· ἀνθʼ ὧν καὶ λέγειν καὶ πράττειν ὁτιοῦν ἀξιῶν

---

Aelius Aristides, Ῥοδίοις περὶ ὁμονοίας, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg044.local001/.
