# Ῥοδίοις περὶ ὁμονοίας 572

Aelius Aristides, Ῥοδίοις περὶ ὁμονοίας, Jebb Page 572. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-53/572

τούτοις λυσιτελέστερον μὲν εἶναι δουλεύειν ἢ κακῶν ἐφόδιον τὴν ἐλευθερίαν ἔχειν, ὅμως δʼ εἶναι δέος μὴ καὶ τούτου στερηθῆτε· μέγιστον δὲ πάντων ἱερὰ καὶ τάφους αἰσχυνθέντες καὶ τὸ τῆς Ῥόδου μέχρι τούτου ζηλωτὸν ὄνομα, παύσασθε τοῦ σεισμοῦ τούτου, ὃς ὑμῖν πανταχοῦ συμπεριέρχεται, καὶ μὴ δευτέρων σχετλιωτέρων δεῖσθε, ἀλλὰ γένεσθε ἐν ὑμῶν αὐτῶν, ἵνʼ ἡμεῖς τε ἐφʼ ὑμῖν ὡς ἑταίροις ἀγαθοῖς φιλοτιμώμεθα καὶ ὑμεῖς ἐφʼ ἡμῖν ὡς οἵοις πείθειν ὅτου καιρὸς ἀεί.

---

Aelius Aristides, Ῥοδίοις περὶ ὁμονοίας, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg044.local001/.
