Ancient Greek · ~3 min
περὶ ἀφελοῦς λόγου., περὶ σεμνότητος., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.1-13
Not analysed yet
ἦθος δὲ ἔχει καὶ σεμνότητα ἢ εἰς θεοὺς εὐσέβειαν ἐμφαίνειν ἢ εἰς φίλους εὐεργεσίας, καὶ μάλιστα δεῖ καὶ τοῖς τοιούτοις προσέχειν· τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν θεωρημάτων κατὰ ταύτας τὰς ἐννοίας λαμβάνεται. αἱ δὲ ἔννοιαι λαμβάνονται ἐκ τῶν ἐν αὐτῷ, τὸ δὲ καὶ τὰς ἐννοίας ὡς περὶ εὐσεβείας καὶ εὐπειθίας λέγεσθαι πάνυ τῆς προαιρέσεως τῆς τῶν ἀφελῶν· οὐ γὰρ πάνυ, ὥσπερ ἔφην, τοῖς ὑποθετικοῖς χαίρουσι χρώμενοι, εἰ μὴ ἀνάγκη που γένοιτο, οἷον εὐσεβεῖν δεῖ, θεοῖς ἄρχουσι πείθεσθαι, ἀλλʼ ὥσπερ ἐννοίας τινὰς ὑπογράφουσιν ὡς χρὴ ποιεῖν, οὐ διδασκαλικῶς λέγοντες ὅτι οὐ χρὴ τόδε ποιεῖν, ἀλλʼ ἐπὶ τοῦ ὅλου, τοῖς τάδε ποιοῦσι τάδε εἴωθεν ἀποβαίνειν.