Ancient Greek · ~3 min
περὶ ἀφελοῦς λόγου., περὶ ἑρμηνείας., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.1-19
Not analysed yet
περὶ δὲ ἑρμηνείας τοσοῦτον ἂν εἴποιμι μήτε ὀνόματι μήτε ῥήματι χρῆσθαι ἄλλως πλὴν τοῖς ἐκ τῶν βιβλίων, καὶ τοῦτο οὕτως ἁπλῶς ἂν εἴποις, μὴ πάντα ἐν πᾶσι τοῖς εἴδεσι τιθέναι, ἀλλὰ [καὶ] κατʼ ἰδίαν ἕκαστον ἀξιωματικὸν τῆς ἀφελείας, πάθους, ἤθους, θυμοῦ. καὶ τὰ μέρη δὲ τῶν Δημοσθενικῶν πολὺ συμβάλλεται εἰς ἑρμηνείας ἰδέαν, πανταχοῦ δʼ ἐν τῇ φράσει ἀφέλειαν μόνος ὁ Ξενοφῶν ἐργάζεται· θυμὸς γὰρ ἢ πάθος ἢ ὀργὴ ἢ ὀξύτης καὶ τὰ ἄλλα ὅσα κεκίνηται, ἀξιώματος ἢ τραχύτητός ἐστι, παθῶν δὲ μεταβολῆς καὶ προτροπῆς, ὁποίας ὁ Δημοσθένης ἐστὶ γνώμης· τὸ δὲ τοῖς παραδείγμασι χρῆσθαι Σωκρατικόν ἐστιν, οὐ μὴν ἔν γε τῷ πολιτικῷ ἁρμόζει πάνυ τι τοιοῦτο.