Ancient Greek · ~1 min
περὶ ἀφελοῦς λόγου., περὶ ἐπιχειρημάτων., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.1-20
Not analysed yet
τῶν δὲ ἐπιχειρημάτων ὁ μὲν Δημοσθένης αἰεὶ καὶ οἱ τοὺς δικανικοὺς λόγους συνεσκευασμένοι ἐκλογάς τε καὶ διακρίσεις ποιοῦνται, καὶ ἐπισημαίνονται καθʼ ἕκαστον τὰς δυνάμεις αὐτῶν τιθέντες, εἰκότως τοῦτο πράττοντες διά τε τὸ ἀγωνιστικὸν τὸν λόγον αὐτῶν εἶναι, ὥστε καὶ τοὺς ἀκούοντας εὐθέως μανθάνειν τὴν ἰσχὺν αὐτῶν καὶ ἕκαστα ἀκριβῶς ἀνασκοπεῖν δύνασθαι.