Ancient Greek · ~1 min
Περὶ πολιτικοῦ λόγου, περὶ ἀξιοπιστίας., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.15
Not analysed yet
ἀξιόπιστον καὶ τὸ ἐνίαις τῶν ἀντιθέσεων ὧν δοκοῦσι καθʼ ἡμῶν λέγειν οἱ ἀντίδικοι συγχωρεῖν καὶ συγκατατίθεσθαι, ὡς ἐν τῷ κατὰ Μειδίου ἡ μὲν ἐκεῖθεν ἀντίθεσις, τάχα νῦν καὶ τοιαῦτα ἐρεῖ, ὡς ἐσκεμμένα πάντα λέγω ἐγώ, εἶτα ἡ παρʼ αὐτοῦ συγχώρησις μεθʼ ὑπερβολῆς, ἐγὼ δέ γʼ ἐσκέφθαι μὲν ὁμολογῶ καὶ μεμελετηκέναι ὡς ἐνῆν μάλιστα ἐμοί.