Ancient Greek · ~3 min
περὶ ἀφελοῦς λόγου., περὶ ἠθῶν., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.2-9
Not analysed yet
καὶ τὰ μέν τινα τοιαῦτά ἐστιν ἐννοήματα, ὥστε μηδὲν αὐτοῖς προσυπακούεσθαι, τὰ δέ τινα τοιαῦτα, ὥστε ἦθος ἔχειν καὶ τὸ ἦθος οὐχ ἓν οὐδὲ ἁπλοῦν, ἀλλὰ διάφορον, τὸ μὲν χάριεν ἦθος, τὸ δέ τι ἀγαθὸν ἦθος, τὸ δὲ γλυκύτητα ἐμφαῖνον, τὸ δὲ χρηστότητα, τὸ δέ τι τοιοῦτόν ἐστιν ἦθος, ὥστε αὐτόθεν πολλὴν σεμνότητα ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο· σεμνῶς μὲν οὖν πάνυ καὶ τῇ ἐννοίᾳ ποιῆσαι τὸ μειράκιον παρὰ τὸν πατέρα καθίσαι. σεμνὰ γὰρ τὰ τοιαῦτα ἐννοήματά ἐστι, μάλιστα δὲ τὸ ἦθος διεφύλαξεν αὐτῷ τὸ μὴ ἐπεξεργασίᾳ χρήσασθαι τῇ παρʼ αὐτοῦ, οἷον εἰ ἔλεγεν, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο, ὥσπερ ἐχρῆν υἱὸν ὄντα μετὰ πατρός, τὸ δὲ τοιοῦτον πολιτικόν. ἀφῆκεν οὖν ἐμφαίνεσθαι τὸ ἦθος καὶ τὴν σεμνότητα.