Ancient Greek · ~2 min
1.3 to 1.4
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.3-11-4
Not analysed yet
καὶ τῷ ἐν διηγήσεσιν εἰσαγαγεῖν τὰ λεγόμενα, κἂν πλαστὰ ᾖ καὶ μικρά, ἀληθῆ δοκεῖ εἶναι· ὡς γὰρ γεγονότα αὐτὰ λέγει. καὶ τὸ βραχέως δέ τι εἰπεῖν καὶ τὰ πολλὰ παραθεῖναι δυνάμεώς ἐστιν ἀληθινῆς, οἷον καλέσας δέ, εἶτα τίνα; Ἀράσπην, εἶτα ὅθεν; Μῆδον· εἶτα καὶ τὸ ἕνεκα τῆς γνωρίσεως· ὃς ἦν ἐκ παιδὸς αὐτῷ φίλος· εἶτα [γνωρίσεως] καὶ ἄλλο, ᾧ τὴν στολὴν ἔδωκε.