Ancient Greek · ~2 min
1.4 to 1.6
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.4-5-6
Not analysed yet
σύνθεσις δὲ ἡ μὲν συνεχὴς καὶ λελυμένη ἔργοις· καὶ πάθεσι πρέποι ἄν, ἡ δὲ κατὰ περίοδον τοῖς ἐπιδεικτικοῖς καὶ προοιμίοις καὶ ἐνθυμήμασι. φράσις δὲ ἀσαφὴς γίνεται, ὅταν λίαν ἀπηρχαιωμένῃ χρῆταί τις καὶ ἀμφιβόλῳ, ὥσπερ τὸ ὦ Ζεῦ γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ. ἢ κατʼ ἄλλον τρόπον, οἷον χρόνον ἢ αἰτίαν ἢ τόπον. πλεονάζει δὲ φράσις, εἰ διπλασιάζεται ὄνομα ἔχουσα χωρὶς χρείας, ὥσπερ ἔλεξα, εἶπον, ἔφρασα. καὶ εἰ ἐπὶ τῶν προειρημένων ἃ εἴπομεν, ταὐτὰ εἴπωμεν καὶ μετὰ ταῦτα.