Ancient Greek · ~2 min
περὶ ἀφελοῦς λόγου., περὶ γλυκύτητος., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.4-8
Not analysed yet
γλυκύτητα δὲ καὶ ἐν τῷ Ἀγησιλάῳ θαυμαστὴν ἐποίησεν εἰπών, ὁπότε γε μὴν πορεύοιτο, συντεταγμένον μὲν οὕτως ἦγε τὸ στράτευμα, ὡς ἂν ἐπικουρεῖν μάλιστα ἑαυτοῖς δύναιντο, εἶτα παράδειγμα ἐπήνεγκεν, ὡς ἂν ἀφελὴς ἀνὴρ γλυκύτητα μετὰ σεμνότητος ἐμφαίνων, ἡσύχως δέ, ὥσπερ ἂν παρθένος ἡ σωφρονεστάτη προβαίνοι. τὴν δὲ ἄνεσιν ἔχει τό τε μειοῦν τοῦ παραδείγματος καὶ τὸ μὴ πάντη ἐοικός· τί γὰρ ἔοικε στρατοπέδῳ παρθένος; ὅμως δὲ τὸ μὲν εἰπεῖν παρθένος ἡ σώφρων εὐτέλειαν εἶχε, τὸ δὲ ἀναστρέψαι καὶ τὸ παρακολουθοῦν πρόθεσιν εἶναι τοῦ προσώπου σεμνότητα μετὰ γλυκύτητος εἰργάσατο, ὥσπερ ἂν ἡ σωφρονεστάτη παρθένος.