Ancient Greek · ~2 min
περὶ ἀφελοῦς λόγου., περὶ περιβολῆς., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.5-5
Not analysed yet
περιβολὴ δὲ καὶ τοῦτο, ὡς ἐν τῷ Συμποσίῳ καὶ ὁ Σωκράτης εἶπεν, ἐν πολλοῖς μὲν καὶ ἄλλοις δῆλον, καὶ ἐν οἷς δὲ ἡ παῖς. ἐμπερίβολον εἶπεν· τί δέ ἐστι τὸ ποιῆσαν τὴν περιβολήν; τοῦ ἀορίστου ἡ πρόσληψις καὶ ἐπί τι ὡρισμένον μετάστασις, ἐν πολλοῖς μὲν καὶ ἄλλοις, δῆλον δὲ καὶ ἐν οἷς ἡ παῖς. Σωκρατικὸς δὲ ὁ τρόπος καὶ ἀρχαῖος τὸ ἐκ παντὸς χρήσιμόν τι εἰσάγειν, ὅπου γε καὶ ἐξ ἀρχῆς ἕως εὑρέθησαν περὶ ἀρετῆς λόγοι, καὶ τὸ μέγιστον δόγμα ὅτι ἡ αὐτὴ ἀρετὴ ἀνδρῶν καὶ γυναικῶν.