# Περὶ πολιτικοῦ λόγου 1.7-4

Aelius Aristides, Περὶ πολιτικοῦ λόγου, Περὶ πολιτικοῦ λόγου, περὶ συνθέσεως καὶ φρασέως., Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text/1.7-4

ματαία ἐστὶ φράσις ἡ ἐν βαρβάροις ὀνόμασι, κεκαινοτομημένοις καὶ παρακεχαραγμένοις· διὸ καὶ ἄκαιρος φαίνεται τὰ ἑτέρων ὀνόματα ἄλλοις ἀκαίρως προσνέμουσα καὶ μὴ τὰ πράγματα φράζουσα. καὶ μὴν εἰ μὲν ἄλλου του χάριν λόγος εὑρέθη ἢ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δὲ ἐστὶν εὔδηλον ὅτι ἐφʼ ἓν τοῦτο πᾶσα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δήπου θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδʼ ἱκανὸν φαίνεσθαι τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. φιλανθρωπίας δὲ κοινῆς καὶ τῆς πρὸς ἅπαντας εὐνοίας δεῖγμά ἐστιν ὁ λόγος, οὐ πικρίας οὐδὲ μισανθρωπίας.

---

Aelius Aristides, Περὶ πολιτικοῦ λόγου, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg056.local001/.
