Ancient Greek · ~2 min
περὶ ἀφελοῦς λόγου., Chapter 13, Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 13.1.20
Not analysed yet
ἔνια δὲ τοῖς μὲν ἀφελέσι καλά, τοῖς δὲ πολιτικοῖς ταπεινά, οἷον τὸ λαγῶν βίον ζῶν· τοῦτο γὰρ ἐπὶ διασυρμῷ μὲν εἴρηται, ἔχει δὲ χώραν· ἄλλως γὰρ ἐν ἀφελείᾳ ὁ λόγος προάγεται, ἄλλως ἐν εὐτελείᾳ. ὅταν οὖν τι θέλῃς διασῦραι, καθʼ ἓν κόπτων εἴσαγε, οἷον ὡς ὁ Δημοσθένης, ἔξαρχος καὶ ἡγεμὼν καὶ κιττοφόρος. προσήκει δὲ ἐν ἐπιμελείᾳ καὶ διαλόγῳ ἀφέλειαν ἐν λόγῳ μεμῖχθαι ταῖς ἀρχαῖς τοῦ ἀξιώματος. καὶ ἡ εἰς ταὐτὸν κατάληξις, ἀποτεταγμένη μέντοι, ἵνα μὴ διαφθείρῃ τὸν λόγον, ἀφέλειαν ποιεῖ.