Ancient Greek · ~3 min
περὶ ἀφελοῦς λόγου., Chapter 13, Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 13.1.26
Not analysed yet
ἔτι τῶν ὀνομάτων τὰ μὲν σφόδρα σημαίνεται, τὰ δὲ ἧττον, οἷον τὰ μὲν σφόδρα, διεξῆλθεν, ἐξήλασεν· τὰ δὲ ἧττον, ἐπορεύθη, ὡς καὶ ἐπὶ τοῦ Ἀγησιλάου, τῇ δὲ ὑστεραίᾳ ὑπερβάλλων τὰ Ἀχαϊκὰ τῆς Φθίας ὄρη καὶ τὴν λοιπὴν πᾶσαν διὰ φιλίας ἐπορεύθη ἐς τὰ τῶν Βοιωτῶν ὅρια. ἔχει δὲ καὶ ἡ καινοπρέπεια τὴν ἀφέλειαν· τὸ γὰρ τοῦ προσώπου πρᾶγμα ἐπὶ τὸν τόπον μετέθηκεν· ἀντὶ γὰρ τοῦ εἰπεῖν διὰ τῆς τῶν φίλων λέγει διὰ φιλίας, καὶ ἀντὶ τοῦ διὰ τῆς τῶν συμμάχων διὰ τῆς συμμαχίδος. χρῶνται δὲ οἱ ἀφελεῖς καὶ τῷ ἐνταῦθα ποικίλως· καὶ γὰρ τόπου καὶ χρόνου σημαντικόν ἐστι, τὸ δὲ ἐνταῦθα καταλαμβάνει τοῦ τόπου, ἡ δὲ διάστασις ἀφελής· τὸ γὰρ νόημα ἀπέστησεν ἀπὸ τῶν προηγουμένων. καὶ ποτὲ μὲν τελείῳ δεικτικῷ χρῆται ἐνταῦθα δή, ποτὲ δʼ ἐλλιπεῖ ἔνθα δή.