Ancient Greek · ~2 min
περὶ ἀφελοῦς λόγου., Chapter 13, Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 13.1.4
Not analysed yet
ὅλως δὲ πανταχοῦ, ὁποσαχοῦ ἐν ἐλαχίστῳ πολλὰ πράγματα τὰ λελυμένα εἴρηκε καὶ ἀπήρτικε τὸ νόημα, εὐρύθμως εἴρηκεν, οἷον ἐπεὶ δὲ ἀνέστη, συνανέστησάν με ταύτης πᾶσαι αἱ ἀμφʼ αὐτήν. οὐ μὴν οὐδὲ πολλὰ δεῖ περιλαμβάνειν πράγματα ἐν τῷ ἀφελεῖ λόγῳ, ὡς ὁ Δημοσθένης ἐποίησεν, εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες, ἀλλʼ ἐν ὀλίγοις, ὡς ἂν εὐπαρακολούθητος ᾖ μάλιστά σοι ὁ λόγος.