Ancient Greek · ~3 min
περὶ ἀφελοῦς λόγου., Chapter 2, Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 2.1.1
Not analysed yet
τὰ δὲ περὶ τὴν ἑρμηνείαν πάλιν αὖ ἐννοήματα τῶν ἀφελῶν ἐστιν, οἷον χρήσασθαι, ἂν οὕτω τύχῃ, καὶ ἀδοξοτέροις ἐννοήμασι. βουληθεὶς γοῦν κατασκευάσαι ὁ Ξενοφῶν, ὅτι πολλοῦ ἄξιός ἐστιν ὁ Κῦρος, σκέψαι πῶς διῴκησε τοῦτο. ἡ γὰρ πρότασις πολιτική, καὶ αἱ ἀποδείξεις πολιτικώταται, ὅτι Κῦρος πολλοῦ ἄξιος ἐγένετο, τῶν δὲ ἐννοημάτων τὰ μὲν ἦν πολιτικά, τὰ δὲ ἀφελῆ. πολιτικὰ μὲν τὰ τοιαῦτα, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· τὸ γὰρ χαλεπώτατον ῥᾷστα κατειργάσατο. τί δέ ἐστι χαλεπώτατον; ἀνθρώπων ἄρξαι. ἄχρι τούτου ἡ κατασκευὴ πολιτική. εἰ γοῦν μετεχειρίζου πολιτικῶς, οὕτως ἂν εἶπες, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· ὃ γὰρ χαλεπώτατον ἦν, τοῦτο κατειργάσατο, ἀνθρώπων ἄρξαι. διὰ τί; ὅτι οὐ ῥᾳδίως ἐθέλουσιν οἱ ἄνθρωποι ἄρχεσθαι, ἀλλὰ πολλαὶ μὲν δυναστεῖαι, πολλαὶ δὲ τυραννίδες κατελύθησαν ὑπὸ τῶν μὴ βουλομένων ἄρχεσθαι. ἄχρις ἐνταῦθα τὰ ἐννοήματα πολιτικά.