Ancient Greek · ~2 min
περὶ ἀφελοῦς λόγου., Chapter 2, Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 2.1.12
Not analysed yet
οὐκοῦν τὰ μὲν ἐπινοήματα ἔστιν ὅτε ταὐτά, ἡ δὲ μεταχείρισις τὴν διαφορὰν ποιεῖ τοῦ λόγου. ὁρᾷς δὲ καὶ ἐνταῦθα τὴν ἀφέλειαν τῶν ὀνομάτων. ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως· ἡ γὰρ ποιότης αὐτοῦ τοιαύτη, τῷ Σωκράτη τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὕτως ἀφελὴς ἀνὴρ πολλάκις φησὶν ἐθαύμασα. καὶ οὐκ εἶπεν ἐφʼ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφʼ ᾧ ἄξιον ἐπιτιμῆσαι. ἐν γὰρ τῷ ἀφελεῖ λόγῳ οὔτε βία ἐστὶν οὔτε θυμὸς οὔτε σφοδρότης, οὐδὲ ἡ διάθεοις ἡ τῶν πραγμάτων τοιαύτη τίς ἐστιν, οὐδʼ ὡς ἐπισημήνασθαι τὴν φύσιν τοῦ ἐπαγομένου, καὶ τούτῳ μάλιστα χαρακτηρίζεται τὸ εἶδος τοῦ ἀφελοῦς λόγου.